Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.137 Dem. 21.141 (English) >>Dem. 21.144

21.139νῦν δʼ, οἶμαι, τούτου προβέβληται Πολύευκτος, Τιμοκράτης, Εὐκτήμων κονιορτός· τοιοῦτοί τινές εἰσι μισθοφόροι περὶ αὐτόν, καὶ πρὸς ἔθʼ ἕτεροι τούτοις, μαρτύρων συνεστῶσʼ ἑταιρεία, φανερῶς μὲν οὐκ ἐνοχλούντων ὑμῖν, σιγῇ δὲ τὰ ψευδῆ ῥᾷστʼ ἐπινευόντων. οὓς μὰ τοὺς θεοὺς οὐδὲν ὠφελεῖσθαι νομίζω παρὰ τούτου· ἀλλὰ δεινοί τινές εἰσιν, ἄνδρες Ἀθηναῖοι, φθείρεσθαι πρὸς τοὺς πλουσίους καὶ παρεῖναι καὶ μαρτυρεῖν. 21.140πάντα δὲ ταῦτʼ, οἶμαι, φοβέρʼ ἐστὶ τῶν ἄλλων ὑμῶν ἑκάστῳ καθʼ ἑαυτὸν ὅπως δύναται ζῶντι. οὗπερ εἵνεκα συλλέγεσθʼ ὑμεῖς, ἵνʼ, ὧν καθʼ ἕνʼ ἐστὶν ἕκαστος ὑμῶν ἐλάττων φίλοις τοῖς οὖσιν τῶν ἄλλων τινί, τούτων συλλεγέντες ἑκάστου κρείττους τε γίγνησθε καὶ παύητε τὴν ὕβριν.

21.141τάχα τοίνυν καὶ τοιοῦτός τις ἥξει πρὸς ὑμᾶς λόγος, “τί δὴ τὰ καὶ τὰ πεπονθὼς δεῖνʼ οὐκ ἐλάμβανεν δίκην παρʼ ἐμοῦ;” τί δὴπάλιν ἄλλον ἴσως τινὰ τῶν ἠδικημένων ὀνομάζων. ἐγὼ δὲ διʼ ἃς μὲν προφάσεις ἕκαστος ἀφίσταται τοῦ βοηθεῖν αὑτῷ, πάντας ὑμᾶς εἰδέναι νομίζω· καὶ γὰρ ἀσχολία καὶ ἀπραγμοσύνη καὶ τὸ μὴ δύνασθαι λέγειν καὶ ἀπορία καὶ μυρίʼ ἐστὶν αἴτια· 21.142προσήκειν μέντοι τούτῳ μὴ ταῦτα λέγειν ἡγοῦμαι νυνί, ἀλλʼ ὡς οὐ πεποίηκέ τι τούτων ὧν αὐτοῦ κατηγόρηκα διδάσκειν, ἐὰν δὲ μὴ δύνηται, διὰ ταῦτʼ ἀπολωλέναι πολὺ μᾶλλον, εἰ γὰρ τηλικοῦτός τίς ἐστιν ὥστε τοιαῦτα ποιῶν δύνασθαι καθʼ ἕνʼ ἕκαστον ἡμῶν ἀποστερεῖν τοῦ δίκης παρʼ αὐτοῦ τυχεῖν, κοινῇ νῦν, ἐπειδήπερ εἴληπται, πᾶσιν ὑπὲρ ἁπάντων ἐστὶ τιμωρητέος ὡς κοινὸς ἐχθρὸς τῇ πολιτείᾳ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.137 Dem. 21.141 (English) >>Dem. 21.144

Powered by PhiloLogic